Για όσους δεν μπορούν να είναι απόψε σε μία Εκκλησία

Παρθένε Μήτερ του Κυρίου και Θεού μας, πρέσβευε υπέρ ημών.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Ἀδὰμ ἐπανόρθωσις, χαῖρε Παρθένε Θεόνυμφε, τοῦ ᾍδου ἡ νέκρωσις· χαῖρε πανάμωμε, τὸ παλάτιον, τοῦ μόνου Βασιλέως· χαῖρε θρόνε πύρινε, τοῦ Παντοκράτορος.

Δόξα.

Ῥόδον τὸ ἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα· τὸ μῆλον τὸ εὔοσμον, χαῖρε ἡ τέξασα· τὸ ὀσφράδιον, τοῦ πάντων Βασιλέως· χαῖρε Ἀπειρόγαμε, κόσμου διάσωσμα.

Ἁγνείας θησαύρισμα, χαῖρε, δι᾿ ἧς ἐκ τοῦ πτώματος, ἡμῶν ἐξανέστημεν· χαῖρε ἡδύπνοον, κρίνον Δέσποινα, πιστοὺς εὐωδιάζον· θυμίαμα εὔοσμον, μύρον πολύτιμον.

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *