Χάριτι σοφισθεῖσα, Σοφία θείᾳ,
Σοφῶς ἤσκησας ἄρτι, ἐν τῇ Κλεισούρᾳ.

Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Σοφίας γέγονας, μῆτερ ἀοίδημε, Σοφία, σέμνωμα, τῆς Θεομήτορος, ἐν τὴ Μονὴ ἀσκητικῶς τὸν βίον σου διελθοῦσα,ὅθεν καὶ ἀπείληφας τῶν καμάτων σου ἔπαινον, κατατραυματίσασσα τῶν δαιμόνων τὰς φάλαγγας, καὶ πρέσβειρα Χριστῷ παρεστώσα, μὴ ἐπιλάθου τῶν πόθω τιμώντων σέ.

Έτερον Ἀπολυτίκιον
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Προσευχῇ χαμευνίᾳ πολλαῖς στερήσεσι, κακοπαθείαις νηστείαις, καὶ ἀγρυπνίαις Χριστῷ, εὐηρέστησας Σοφία παναοίδιμε, σὲ τῷ σοφίας ἀληθοῦς, ἀναδείξαντι φανόν, καὶ λύχνον λαμπρῶν χαρίτων, ὅθεν ὡς πρέσβειραν θείαν, Κλεισούρας σέμνωμα τιμῶμέν σε.

Κοντάκιον
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὴν ὑπὲρ φύσιν, ἐν Κλεισούρᾳ ἐνασκήσασαν, καὶ ὑπομείνασαν, τὸ ψῦχος ὥσπερ ἄσαρκος, παρ’ ἑστίαν καθημένην Μονῆς αὐλείῳ, βιοτῆς αὐτῆς τὰς νύκτας καὶ σχολάζουσαν, προσευχῇ Σοφίαν θείαν εὐφημήσωμεν, πόθω κράζοντες· Χαίροις πάνυ Ἀσκήτρια.

Μεγαλυνάριον
Χαίροις τῆς Ἀρδάσσης σεπτὸς βλαστός, χαίροις Πόντου κρίνον, μυροβόλον καὶ εὐανθές, χαίροις τῆς Κλεισούρας, κιννάμωμον Σοφία, ἡ ἀκραιφνεῖ ἀσκήσει, κόσμον ἡδύνασα.

Έτερον Μεγαλυνάριον
Σοφισθεῖσα, μῆτερ, πνευματικῶς, ὅλον σου τὸν βίον ἐν τελεία ὑπομονὴ διῆλθες, Σοφία, καὶ νὴν τού σου Νυμφίου τὸ κάλλος ἐποπτεύεις ἐν ταῖς παστάσιν αὐτοῦ.

Ὁ Οἶκος
Ἄγγελοι καθορῶντες, σῇ ἀμέμπτῳ ἀσκήσει, ἐξέστησαν Σοφία θεόφρον, καὶ πιστῶν Μακεδόνων χοροί, σὺν Ποντίων δήμοις Μῆτερ θαυμάζοντες, ταπείνωσιν καὶ νῆψίν σου, ἐκραύγασαν ἐν κατανύξει·

Χαῖρε, διδάσκαλος μετανοίας·
χαῖρε, ὁ πρόβολος ἐγκρατείας.

Χαῖρε, τῆς Μονῆς Κλεισούρας ἡ ἔνοικος·
χαῖρε, παμφαὴς λαμπηδών, θείας χάριτος.

Χαῖρε, φάρος τῆς ἁπλότητος, καὶ ἀμέμπτου ἀγωγῆς·
χαῖρε, λύχνος ταπεινώσεως, καὶ εὐχῆς καρδιακῆς.

Χαῖρε, Θεοῦ σοφίας χρυσοστόλιστον σκεῦον·
χαῖρε, τῆς συμπαθείας τῆς Αὐτοῦ θεῖος τύπος.

Χαῖρε, κρηπὶς σαρκὸς κατατήξεως·
χαῖρε, πυξὶς Χριστοῦ ἀγαπήσεως.

Χαῖρε, ἐν γῇ ἡ οὐκ ἔχουσα κλίνην·
χαῖρε, πηγή, ἡ ἐκχέουσα χάριν.

Χαίροις, πάνυ Ἀσκήτρια.

Κάθισμα
Ἦχος γ΄. Θείας πίστεως.
Τὴν διδάσκαλον, τῆς μετανοίας, καὶ κοσμήτορα, χριστοηθείας, ἀφανῶς τὴν ἐν Κλεισούρᾳ ἀσκήσασαν, καὶ δαψιλῶς προσελκύσασαν Πνεύματος, τοῦ θείου χάριν εὐτάκτως ὑμνήσωμεν, πόθω κράζοντες· Σοφία θεομακάριστε, Χριστὸν ὑπὲρ ἡμῶν δυσώπει πάντοτε.

 

One thought on “Οσία Σοφία της Κλεισούρας! / 1 9 7 4 +

  1. ΕΥΧΑΡΙΣΤΟΥΜΕ Ανυπερθέτως γιά τό όλο Αφιέρωμα καί ειδικώτερα τον Οίκο! (τόν οποίον προσωπικά δέν γνώριζα)
    Τήν Ευχή ΤΗΣ νά έχουμε!

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *